Ancient Greek
SB 20 15038
Documentary Papyri, SB 20 15038
Not analysed yet
Ἡρακλείδηι κωμογραμματεῖ Τεβτύνεως παρὰ Ὥρου τοῦ Ἡρακλήους τοῦ Ὀρσέως μητρὸς …πεως τῶν ἀπὸ τῆς προκειμένης κώμης. ὁ ὁμοπάτριός μου καὶ ὁμομήτριος ἀδελφὸς Οὐηστῖνος ἀπὸ τῆς αὐτῆς κώμης τελῶν τὴν λαικὴν σύνταξιν ἐπὶ τῆς κώμης ἐτελεύτησεν τῷ ἐνεστῶτι ἔτει μηνὶ Χοιὰχ τοῦ εἰκοστοῦ ἔτους Τραιανοῦ Ἀρίστου Καίσαρος τοῦ κυρίου. διὸ ἀξιῶ ταγῆναι τοῦτο τὸ ὄνομα ἐν τῇ τῶν τετελευτηκότων τάξει ὡς ἐπὶ τῶν ὁμοίων. Ἡρακλείδης κωμογραμματεὺς σεσημείωμαι περὶ τετελευτηκότος Οὐηστίνου. ἔτους κ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ Τῦβι κβ. …