Ancient Greek
SB 20 15043
Documentary Papyri, SB 20 15043
Not analysed yet
…χαίρειν. ὁμολογῶ ἐσχηκέναι …ὑπʼ ἐμὲ σοῦ κτήματος καλουμένου…απ… κεφαλαίου χρυσοῦ νομισμάτια πέντε παρὰ κεράτια ἓξ ἕκαστον δημοσίῳ ζυγῷ τῆς αὐτῆς πόλεως, γίνονται χρυσοῦ νομισμάτια ε παρὰ κεράτια ϛ, ἅπερ παρέξω σοι ἡνίκα ἀποσταίην τῆς ἀρδείας τοῦ αὐτὸύ͂ χωρίου ἀμπελικοῦ ἐν χρυσῷ χαράγματι ὡς παρέλαβον, χωρίς τινος ὑπερθέσεως καὶ ἀντιλογίας καὶ κρίσεως καὶ δίκης, ὑποκειμένων σοι εἰς τοῦτο τὸ χρέος πάντων μοι τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων πραγμάτων καθάπερ ἐκ δίκης. τὸ γραμμάτειον τοῦτο κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος …κ… ὁ προκείμενος ἐθέμην τοῦτο τὸ γραμμάτειον ὡς πρόκειται. Αὐρήλιος Ἰορδάνης …ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Φοιβάμμων ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τὸ γραμμάτειον ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Γεώργις Ἀχιλλέως ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τὸ γραμμάτειον ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Βίκτορος σὺν θεῷ συμβολαιογράφου .