Ancient Greek
SB 20 15090
Documentary Papyri, SB 20 15090
Not analysed yet
…ομων… ἔτους οὐκ ἠνέσχετο πρὸς τὰ σύμφωνα τοῦ ἑαυτοῦ μισθωτικοῦ ἐξακολουθῆσαι, ἀλλʼ ἀνεχώρησεν ἐκ τῆς ἐργασίας τοῦ ἐμοῦ ἐργαστηρίου. διὸ παρακαλῶ τὴν σὴν παίδευσιν κελεῦσαι τοῦτον παραστῆναι καὶ ἀκροάσασθαι τῆς μεταξὺ ἡμῶν ὑποθέσεως τύπον τὸν παρϊστάμενον αὐτῇ ἐφʼ ἡμῖν παρασχεῖν, λογιώτατε ἔκδικε κύριε. βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ιϛ τοῖς μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλίου τοῦ λαμπροτάτου Ἐπεὶφ ιζ ἰνδικτίονος ϛ.