Ancient Greek
SB 20 15102
Documentary Papyri, SB 20 15102
Not analysed yet
…καλοχάρακτον καὶ τὸ μὲν λει… οἱ τῆς σακέλλης τοῦ σταθμοῦ αὐτὸ λαβόντες καὶ τὴν βαρυσταθμίαν τὸ δὲ ὑπόλοιπον μέρος κ…ι…ε… λεῖψον καὶ ἀποίητον ὂν κατέβαλον οἱ πεμφθέντες παρὰ σοῦ ὑπουργοὶ ἐκ τῶν τραπεζιτῶν· καὶ ἐν τούτῳ οὐκ ἔγνωμεν τὸ πῶς διεγένου οὔτε πάλιν τί ἔλαβες παρὰ τῶν τῆς διοικήσεώς σου ὑπὲρ καταλλαγῆς τοῦ αὐτοῦ χρυσίου. δεχόμενος οὖν τὰ παρόντα γράμματα σήμανον ἡμῖν διὰ γραμμάτων σου τὸ πῶς λαμβάνεις ἐξ αὐτῶν τὸ τοιοῦτο κακοχάρακτον χρυσίον καὶ τί ἐθεμάτισας δοθῆναι τῷ ὑποδεχομένῳ …υτ…η τὰ αὐτὰ χρυσικὰ δημόσια ὑπὲρ τοῦ εἰσπραττομένου ἐν…ον …πὸ σοῦ μὴ γράφων ἡμῖν εἰ μὴ πᾶσαν ἀλήθειαν καὶ καταστασίαν ὡς πρὸς ὅ ἐστιν ἐπεὶ ἡμῶν εὑρισκόντων σε ψευσάμενον ἢ καὶ ἀλλοίως γράψαντα τούτου ἕνεκα μέλλεις ἀπολαβεῖν ἐξ ἡμῶν ἀνταπόδοσιν βλάπτουσάν σε, οὔτε γὰρ διαλαθεῖν ἡμᾶς ἔχει κελεύσει θεοῦ τὸ πῶς διαγίνεται τὸ τοιοῦτο κεφάλαιον. ἐγράφη μηνὶ Μεχεὶρ κϛ ἰνδικτίονος ζ.