Ancient Greek
SB 20 15109
Documentary Papyri, SB 20 15109
Not analysed yet
ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ… μετὰ λόγον κη. διέγραψαν …Σωτηρίχου τοῦ Δύκου μητρὸς Θαισᾶτος ὑπὲρ λαογραφίας ἑπτακαιδεκάτου ἔτους Θαραπείας δραχμὰς εἴκοσι, γίνονται κ, προσδιαγραφομένων χαλκοῦ ὀβολοὺς δέκα . καὶ …δραχμὰς εἴκοσι, γίνονται κ, προσδιαγραφομένων χαλκοῦ ὀβολοὺς δέκα . καὶ Δίδυμος Σωτηρίχου τοῦ Λύκου μητρὸς Θαισᾶτος ὁμοίως δραχμὰς εἴκοσι, γίνονται κ, προσδιαγραφομένων χαλκοῦ ὀβολοὺς δέκα . καὶ Δεῖος ἀδελφὸς μητρὸς τῆς αὐτῆς ὁμοίως δραχμὰς εἴκοσι, γίνονται κ, προσδιαγραφομένων χαλκοῦ ὀβολοὺς δέκα . ἔτους ιη Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παχὼν μετὰ λόγον κ. διέγραψαν Λύκος Σωτηρίχου τοῦ Λύκου μητρὸς Θαισᾶτος ὑπὲρ λαογραφίας ὀκτωκαιδεκάτου ἔτους Θαραπείας δραχμὰς εἴκοσι, γίνονται κ, προσδιαγραφομένων χαλκοῦ ὀβολοὺς δέκα . καὶ Δεῖος …δραχμὰς εἴκοσι, γίνονται κ, προσδιαγραφομένων χαλκοῦ ὀβολοὺς δέκα . καὶ Δίδυμος Σωτηρίχου τοῦ Λύκου μητρὸς Θαισᾶτος ὁμοίως δραχμὰς εἴκοσι, γίνονται κ, προσδιαγραφομένων χαλκοῦ ὀβολοὺς δέκα καὶ Χαρῆς …ὁμοίως. …ἔτους α Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ. διέγραψ Δίδυμος Σωτηρίχου τοῦ Λύκου μητρὸς Θαισᾶτος ὑπὲρ λαογραφίας …