Ancient Greek
SB 20 15152
Documentary Papyri, SB 20 15152
Not analysed yet
ἔτους ἕκτου καὶ εἰκοστοῦ Φαμενὼθ ἕκτῃ. πυροῦ ἀρτάβας διακοσίας πεντήκοντα, γίνονται σν. Ἡρῴδης ναύκληρος κερκουροσκάφης βασιλίσσης ἀχαράκτου ἧς μισθωτὴς Ἡρῴδης ὁ αὐτὸς, ὁμολογεῖ ἐμβεβλῆσθαι ἐπὶ τοῦ κατὰ Πτολεμαίδα ὅρμου ὥστε εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν ἀπὸ τῶν γενημάτων τοῦ πέμπτου καὶ εἰκοστοῦ ἔτους παρὰ Ἡρακλεοδώρου τοῦ ἀντιγραφομένου παρὰ βασιλικοῦ γραμματέως τὸ περὶ Πυρρείαν ἐργαστήριον πυροῦ ἀρτάβας φορικοῦ διακοσίας πεντήκοντα, γίνονται σν, μέτρῳ τῶ συμβεβλημένῳ πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίᾳ. ἔγραψε …Ἀπολλωνίου …