Ancient Greek
SB 20 15154
Documentary Papyri, SB 20 15154
Not analysed yet
ἔτους κϛ Φαμενὼθ ϛ. ὁμολογεῖ Δωρίων ναύκληρος κερκουροσκάφης βασιλίσσης ἀχαράκτου ἐμβεβλῆσθαι ἐπὶ τοῦ κατὰ Πτολεμαίδα ὅρμου ὥστε εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν ἀπὸ τῶν γενημάτων τοῦ κε ἔτους παρὰ Πετοβάστιος τοῦ σιτολογοῦντος τὸ περὶ Πυρρείαν ἐργαστήριον πυροῦ φορικοῦ ἀρτάβας πεντακοσίας, γίνονται ἀρτάβας φ, μέτρῳ δοχικῷ τῶι πρὸς τὸ καλκοῦν. ἔγραψε Ἀπολλώνιος …ος …