Ancient Greek
SB 20 15157
Documentary Papyri, SB 20 15157
Not analysed yet
…τῷ πατρὶ χαίρειν καὶ ὑγιαίνειν. ἀπέσταλκά σοι διὰ Ἀλεξᾶτος ἄρτους κε καὶ φακοῦ μέτρον. απόστειλον τῇ γυναικί μου ἐλαίου κοτύλην μίαν ,ἐν γαστρὶ ἔχει, καὶ ὑποδημάτιον καινόν. τὰς τοῦ πυροῦ ἀρτάβας ι δεδώκασι Κιεύριος καὶ δεδώκασιν εἰς ἡμιολίαν. τὸν στατῆρα κεδρίας ὡμολόγησεν Αλεξᾶς ἐγὼ αὐτὸν ἔχω. δέδωκα εἰς τὴν ταφὴν τῶν κροκοδείλων. ἔλεγέ μοι λαβὲ τὸν στατῆρα. οὐκ εἴληφα αὐτόν. αὐτὸν μὲν Ἀλεξᾶς οὐκ ἔδωκε. ἔγραψας τὸν πόκον τοῦ ἐρίου. μή μοι μέμψῃ ὅτι οὐ γέγραφά σοι ἐπιστολήν· οὐκ ἐσχόλακα· ἐν ἀγρῷ ἤμην ἀντλῶν ἐν τοῖς ἐμοῖς κήποις. ἀπὸ ἧς κατέγραψας συγγραφῆς ἐμοὶ δὸς ἀργυρίου δραχμὰς ἑκατόν . τὰς τοῦ τόκου ἃς ὀφείλει Πανουβᾶς οὐ δέδωκε Κιεύριος. ἐν ὅσῳ ἀναπλεῖς εἰς τὸν διαλογισμόν, ἡτοίμακά σοι τὸ ἱμάτιον. εὐχαριστῶ σοι διʼ Ἀννούβιδος θεοῦ μεγίστου τῶν θεῶν πάντων.