Ancient Greek
SB 20 15162
Documentary Papyri, SB 20 15162
Not analysed yet
Τασωοῦκις Ἥρωνος ὡς ἐτῶν λη ἄσημος μετὰ κυρίου Μαρέως τοῦ ὡς ἐτῶν μθ ἀσήμου καὶ Σανσνέως ψιαθοπλόκου οἱ β Ἡρακλείδης Ἥρωνος ὡς ἐτῶν μγ οὐλὴ ποδὶ δεξιῷ οἱ β συντεθεῖσθαι πρὸς ἀλλήλους ὥστε τὴν Τασωοῦκιν παρέξασθαι τὸν ἑαυτῆς ϋἱὸν Σαραπίωνα παραμένοντα τῷ Ἡρακλείδῃ ἐπὶ ἔτη γ ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπιτελοῦντα τὴν ψαθοπλοκικὴν ἐργασίαν, τοῦ Ἡρακλείδου ἐκδιδάσκοντος αὐτὸν τὴν τέχνην, χωρηγοῦντος τοῦ Ἡρακλείδου τῷ Σαραπίωνι τῷ μὲν πρώτῳ ἔτει κατὰ μῆνα εἰς μισθοῦ λόγον ὀβολοὺς ιζ, τῷ δὲ δευτέρῳ ἔτει ὁμοίως κατὰ μῆνα δραχμὰς ϛ, τῷ δὲ τρίτῳ ἔτει ὁμοίως κατὰ μῆνα δραχμὰς η καὶ κατʼ ἔτος Ἀμεσυσίοις ψίαθον καὶ ἐβρύμιον. οὐκ ἐξέσται δὲ τῷ Ἡρακλείδῃ ἐντὸς τοῦ χρόνου ἀποπέμψασθαι τὸν Σαραπίωνα, ἃς δὲ ἐὰν ποιήσηται ἀργίας τὰς ἴσας παραμενεῖ μετὰ τὸν χρόνον ἄνευ μισθοῦ. ιδ Φαῶφι