Ancient Greek
SB 20 15180
Documentary Papyri, SB 20 15180
Not analysed yet
Εἰρήνη Παράμμωνι χαίρειν. ἔγραψα Φίλωνι δοῦναί σοι ἃς ἔδωκα Καλοκαίρωι δραχμὰς τμ καὶ ὅσον ἄλλο ἐὰν θέλῃς. καλῶς οὖν ποιήσεις λαβὼν παρʼ αὐτοῦ καὶ τὴν ἱματιοφορίδα μου ἣν ἔδωκα Κολοκαίρωι ἐν ἧι ἔγραψα πεμφθῆναί μοι καθάρια διδράχμου. καὶ ταχέως πέμψον τὰ καθάρια ἐπεὶ χρεία μοί ἐστιν Φίλωνι. ἔρρωσο. Ἁθὺρ λ.