Ancient Greek
SB 20 15182
Documentary Papyri, SB 20 15182
Not analysed yet
Σεραπίωνι ἐπιστάτῃ φυλακιτῶν παρὰ Χαιρήμονος τοῦ Ὡρίωνος τῶν ἀπʼ Εὐημερίας προσοδικοῦ γεωργοῦ· τῇ κβ τοῦ Παχὼν τοῦ ι… ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ τὴν ἐπίσκεψιν ποιούμενος ὧν γεωργῶ προσοδικῶν ἐδαφῶν εὗρον τὸν ἐν τούτῳ ὄροβον …με…ων …κατανενεμημένον ὑπὸ προβάτων ἃ νέμεται ἐπὶ τοῦ γύου ρ Ὀρσενούφιος καὶ Ὀρσεῦτος καὶ Ἁρμιύσιος καὶ Ὥσιος καὶ Πετεσούχου Ἁρσύθμιος ὥστε βλάβος γεγονέναι ἀρταβῶν κ καὶ κνήκου ἀρτάβης α· ἀξιῶ γράψαι τῷ τῆς κώμης ἀρχεφόδῳ κερμ δεξα. εὐτύχει. ἀρχεφόδῳ· ἔκπεμψον. ἔτους ι… Τιβερίου Καίσαρος Σεβαστοῦ ….