Ancient Greek
SB 20 15188
Documentary Papyri, SB 20 15188
Not analysed yet
βιβλιδίων Δημητρίας τῆς καὶ Θερμουθαρίου Διονυσίου τοῦ καὶ Σαβίνου Ὀνησικράτους φυλῆς Ὀσειραντινοείας Ἀντινοίδος, συνεστῶτος αὐτῇ Μάρκου …φυλῆς Σαβίνης, παρόντος Ἀπολλωνίου τοῦ καὶ Φιλαντινόου φυλῆς Αἰλίας κα…θῆναι ἀναγνωσθέντων ὡς ὑποτέτακται· Σαραπάμμωνι ἱερεῖ ἐνάρχῳ ἐξηγητῇ βουλευτῇ παρὰ Δημητρίας τῆς καὶ Θερμουθαρίου Ἀντινοίδος ὡς ἐτῶν ξα, οὐλὴ ἀντικνημίῳ ἀριστερῷ, εἰδυίας γράμματα, ἐκ πατρὸς Διονυσίου τοῦ καὶ Σαβίνου Ὀνησικράτους Ὀσειραντινοείου τοῦ καὶ Βειθυνιέως, συνεστῶτός μοι Μάρκου …νου Σαβινίου τοῦ καὶ Τροφωνιέως, φροντιστρίας τοῦ υἱωνοῦ μου Σαβίνου τοῦ καὶ Καλλινίκου …τοῦ καὶ …ἐκ πατρὸς Σαβίνου τοῦ καὶ Ἀπολλωνίου Καλλινίκου Ἀθηναιέως τοῦ καὶ Σαλαμεινίου υἱοῦ μου τετελευτηκότος ἀδιαθέτου. διαστησαμένης μοι …ς Ἀρητίωνος τοῦ καὶ Ἀρτεμιδώρου φυλῆς Σαβίνης Ἀντινοίδος ἀκολούθως ᾗ ἔθετο διὰ τοῦ ἐπὶ τόπων ἀρχείου συγγραφῇ τῷ διελθόντι ιθ ἔτους μηνὶ Φαμενὼθ τὴν τεκνοτροφίαν περιλυθεῖσαν τῷ Φαρμοῦθι μηνὶ τοῦ ὄντος ἔτους, βουλομένη πρὸς ἐπιμέλειαν τοῦ προκειμένου ἀφήλικος Σαβίνου τοῦ καὶ Καλλινίκου ὑπαλλάξαι αὐτῇ κατὰ διαγραφὴν τῆς ἐπὶ τόπων Ἀνουβίωνος Ἀμμωνίου τραπέζης ἀντὶ τῶν περιλυθεισῶν ὑπʼ ἐμοῦ ἐχθές, ἥτις ἦν νεομηνία τοῦ ὄντος μηνὸς Φαρμοῦθι, κατὰ διαγραφὴν τῆς αὐτῆς τραπέζης ἀργυρίου κεφαλαίου δραχμῶν χιλίων καὶ τόκων δραχμῶν ξ ὀφειληθεισῶν τῷ προκειμένῳ τετελευτηκότι μου υἱῷ Σαβίνῳ τῷ καὶ Ἀπολλωνίῳ ὑπὸ Φιλαντινόου Ἁρποκρατίωνος Σεβαστίου τοῦ καὶ Καισαρείου τῆς ὑπαρχούσης μοι πατρικῆς οἰκίας διστέγου καὶ αὐλῆς καὶ χρηστηρίων πάντων ἐν τῷ α γράμματι πλινθείῳ …νοθίῳ μέρος ἥμισυ, ἅσπερ ἀποδώσω …α τελειώσει αὐτοῦ, καὶ μὴ ἔχουσα τὸν ἐπιγραφησόμενόν μου νόμιμον κύριον ἀξιῶ ἐπιτραπῆναι χρήσασθαι κυρίῳ πρὸς μόνην ταύτην τὴν οἰκονομίαν τῷ ὑπογράφοντι καὶ εὐδοκοῦντι τῇ αἰτήσει Ἀπολλωνίῳ τῷ καὶ Φιλαντινόῳ Γαίου Οὐαλερείου …ου …τῇ αἰτήσει. ἔτους κ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Φαρμοῦθι β. Δημητρία ἡ καὶ Θερμοῦθις ἐπιδέδωκα. Μᾶρκος …Σαβίνιος ὁ καὶ Τροφωνιεὺς συνέστην αὐτῇ καὶ εὐδοκῶ τῇ αἰτήσει. Ἀπολλώνιος ὁ καὶ Φιλαντίνοος Γαίου Οὐαλερείου …ου Αἰλιεὺς ὁ καὶ Ἀπιδεὺς εὐδοκῶ τῇ αἰτήσει. μετὰ τὴν ἀνάγνωσιν τῶν παρόντων ἐκπ…υ Σαραπάμμων ἱερεὺς καὶ ἔναρχος ἐξηγητὴς Δημητρίᾳ τῇ καὶ Θερμουθαρίῳ· ὡς ἀξιοῖς, εἰδυῖα γράμματα, δύνασαι χρήσασθαι κυρίῳ ἐπιγραφομένῳ τῷ Ἀπολλωνίῳ τῷ καὶ Φιλαντινόῳ πρὸς μόνην ταύτην τὴν οἰκονομίαν διαγράψασα τὸ τέλος. τὸ ἕτερον τῶν ἐπιδοθέντων βιβλιδίων ἐν ἀρχείῳ τῆς πόλεως ὑποκολλήθητω.