Ancient Greek
SB 20 15202
Documentary Papyri, SB 20 15202
Not analysed yet
…ε…κ… Μεχεὶρ …Αὐρήλιος Ἰωάννης …μητρός …ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ Αὐρηλίῳ Κυρίλλῳ …ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι παρὰ σοῦ τῆς τελείας τιμῆς οἴνου γλεύκους κνιδίων ἑκατὸν τεσσεράκοντα γίνεται οἴνου γλεύκους κνίδια ρμ καὶ ταὐτα ἑτοίμως ἔχω παρασχεῖν σοι ἐν τῷ καιρῷ τῆς τρύγης τῆς σου θεῷ μελλούσης …ἰνδικτίονος μεγάλῳ μέτρῳ …ἐν τοῖς καινοῖς κούφοις …ε… τὸ γράμμα τοῦτο ἐθέμην σοι εἰς ἀσφάλειαν ἐφʼ ὑπογραφῆς ἐμῆς καὶ τῶν ἑξῆς μαρτυρούντων καὶ ἐπερωτηθεὶς ὡμολόγησα. …Αὐρήλιος Ἰωάννης …ὁ προκείμενος συμφωνῖ μοι καὶ ἀποδώσω ὡς πρόκειται Αὐρήλιος Ἀνούφιος …μαρτυρῶ τῇ ὀφιλῇ ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Σωρὰκ Κολλούθου παρτυρῶ τῇ ὀφιλῇ ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Τεαγ μαρτυρῶ τῇ ὀφιλῇ ἀκούσας παρὰ τοῦ θεμένου. ἐγράφη διʼ ἐμοῦ Ἀβρααμίου ……γίνεται οἴνου γλεύκους διδιπλᾶ θ.