Ancient Greek
SB 22 15212
Documentary Papyri, SB 22 15212
Not analysed yet
…ι Σαραπάμμων Τιμοκράτου π… …διʼ ὑπηρέτου Ἡρακλείδου …μωι καὶ Πάππωι γεγυμνασιαρχηκόσι ἐπικριταῖς παρὰ Παλαμήδους τοῦ Μυσθαρίωνος τοῦ …μητρὸς Ταγατίου καὶ τῆς τούτου γυναικὸς Σύρας τῆς Πασίωνος τοῦ Πασίωνος μητρὸς …μετὰ κυρίου αὐτοῦ Παλαμήδους ἀμφοτέρων ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένων ἐπʼ ἀμφόδου Ταμίων. τοῦ γεγονότος ἡμῖν ἐξ ἀλλήλων υἱοῦ …τοῦ καὶ Σαραπίωνος προσβάντος εἰς ιγ ἐτεῖς τῷ ἐνεστῶτι ιϛ ἔτει Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ καὶ ὀφείλοντος ὑφʼ ὑμῶν ἐπικριθῆναι, κατὰ τὰ κελευσθέντα τὰ ἀμφοτέρων ἡμῶν δίκαια ὑπετάξαμεν. ἐγὼ μὲν ὁ Παλαμήδης ἐπικριθεὶς τῷ κ ἔτει θεοῦ Τραιανοῦ ἀπεγραψάμην καὶ ταῖς κατὰ καιρὸν ἀπογραφαῖς τῷ τε β ἔτει καὶ ιϛ ἔτει θεοῦ Ἁδριανοῦ ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Ταμίων, ἡ δʼ ἐμὴ γυνὴ Σύρα ὁμοίως καὶ ταῖς β ἔτους καὶ ιϛ ἔτους θεοῦ Ἁδριανοῦ κατʼ οἰκίαν ἀπογραφαῖς ἀπεγράψατο ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου τῇ δὲ τοῦ θ ἔτους Αἰλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφῇ ἀπεγραψάμεθα ἀμφότεροι ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Ταμίων. συναπεγραψάμεθα καὶ τὸν ἐπικρινόμενον ἡμῶν υἱὸν …τὸν καὶ Σαραπίωνα. διὸ ἐπιδίδομεν. Παλαμήδης ὡς ἐτῶν ν ἄσημος Σύρα ὡς ἐτῶν λζ ἄσημος …τουη…υπο…τον… …ς καὶ ὀμνύομεν τὸν κύριον ἡμῶν Ἀντωνῖνον ἀληθῆ εἶναι τὰ προγεγραμμένα …Ἁρποκ σεσημείωμαι. ἔτους ιϛ Ἀντωνίνου Καίσαρος …τοῦ κυρίου.