Ancient Greek
SB 22 15241
Documentary Papyri, SB 22 15241
Not analysed yet
ἔτους πεντεκαιδεκάτου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Παχὼν ιϛ. διέγραψε διὰ Διδᾶ καὶ μετόχων πράκτορων Ἀπύγχις σκιφακ ἀπὸ φόρου προβάτων Γερμανικιανῆς οὐσίας τοῦ αὐτοῦ ἔτους Εὐημερίας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ καὶ τὰ προσδιαγραφόμενα …ἄλλας ὁμοίως τέσσαρας, γίνονται δραχμαὶ δ καὶ τὰ προσδιαγραφόμενα …ἄλλας ὁμοίως ὀκτώ, γίνονται δραχμαὶ η καὶ τὰ προσδιαγραφόμενα. ἔτους πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Παχών. διέγραψε διὰ Διδᾶ καὶ μετόχοις πράκτορσιν Ἀπύγχις Ἁρσύθμεως φόρου προβάτων Γερμανικιανῆς οὐσίας τοῦ αὐτοῦ ἔτους Εὐημερίας δραχμας τριάκοντα διώβολον, γίνονται δραχμαὶ λ διώβολον καὶ τὰ προσδιαγραφόμενα. ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Φαμενώθ. διέγραψε διὰ Διδᾶ καὶ μετόχων πράκτορων Ἀπύγχις Ἁρσύθμεως φόρου προβάτων Γερμανικιανῆς οὐσίας τοῦ αὐτοῦ ἔτους δραχμὰς ἑπτὰ τριώβολον τετράχαλκον δίχαλκον, γίνονται δραχμαὶ ζ τριώβολον τετράχαλκον δίχαλκον, καὶ τὰ προσδιαγραφόμενα. Παχὼν δραχμὰς εἴκοσι δύο τετρώβολον τετράχαλκον, γίνονται δραχμαὶ κβ τετρώβολον τετράχαλκον καὶ τὰ προσδιαγραφόμενα. …