Ancient Greek
SB 22 15268
Documentary Papyri, SB 22 15268
Not analysed yet
ἐντάγιον ἐμοῦ Φοιβάμμωνος πρεσβυτέρου· ἔσχον παρὰ Ἀνοῦπ καὶ Λεμησᾶι ἐν χρήσει σίτου ἀρτάβας εἴκοσι ὀκτὼ καὶ σὺν θεῷ παρασχεῖν σοι αὐτὰς ἁλωνείᾳ τῆς τρίτης ἰνδικτίωνος, γίνονται σίτου ἀρτάβαι κη μόναι. διʼ ἐμοῦ Φοιβάμμωνος πρεσβυτέρου συμφωνεῖ. Φαῶφι λ β ἰνδικτίωνος.