Ancient Greek
SB 22 15278
Documentary Papyri, SB 22 15278
Not analysed yet
Νικάνωρ Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι καὶ τὰ ἄλλα σοι κατὰ νοῦν ἐστιν, εὖ ἂν ἔχοι καὶ αὐτοὶ δὲ ὑγιαίνομεν …της, ὁ κομίζων σοι τὴν ἐπιστολήν ἐστιν ἡμῖν ἐν φιλίαι. ἀπέσταλται δὲ εἰς τὸν Ἀρσινοίτην …μψόμενος κλῆρον. ἔν τε δὴ τοῖς ἄλλοις καλῶς ποιήσεις πολυωρῶν αὐτοῦ, καθʼ ὅ τι ἂν σου τυγχάνηι χρείαν ἔχων. τῶν καλῶς ἐχόντων …ὑπάρχηι τῆς βελτίστης εἰ δὲ μὴ εὐθέως δὲ καὶ σταθμὸς ἐν τῆι Θεμίστου μερίδι· ἰδὲ δὲ περὶ τούτων καὶ Λόγβασιν καὶ Πετοσῖριν τὸν βασιλικὸν γραμματέα. καὶ σὺ δὲ καλῶς ποιήσεις μὴ ὀκνῶν γράφειν πρὸς ἡμᾶς· πᾶν γὰρ τὸ δυνατὸν καὶ προθύμως καὶ ἀόκνως ποιήσομεν. ἔρρωσο. Ζήνωνι.