Ancient Greek
SB 22 15331
Documentary Papyri, SB 22 15331
Not analysed yet
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Φαμενώθ ιϛ ἀριθμήσεως Μεχείρ. διέγραψαν διὰ Διδύμου καὶ Διοσκόρου πρακτόρων Σωκράτης Φιλίππου τοῦ Μύσθου γενάμενος δειγματοάρτης κώμης Θεαδελφίας εἰς τὰ ἀπὸ χειρισμοῦ Ἑρμοῦς ἀργυρίου δραχμὰς ἑκατόν, γίνονται δραχμαί ρ· καὶ Πολυδεύκης Πάπου τοῦ Πολυδεύκου ὁμοίως εἰς τὰ ἀπὸ χειρισμοῦ Ἑρμοῦς ἀργυρίου δραχμὰς ἑξήκοντα, γίνονται δραχμαὶ ξ· καὶ Ἴσας Ἴσα τοῦ Σαμβᾶ ὁμοίως ἀργυρίου δραχμὰς τεσσαράκοντα, γίνονται δραχμαὶ μ.