Ancient Greek
SB 22 15342
Documentary Papyri, SB 22 15342
Not analysed yet
ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ Παῦνι λ. διέγραψε διʼ Ἥρωνος πράκτορος Πάκηβκις Παώπεως τοῦ Πακήβκιος μητρὸς Θαυβάστιος ἰδίου λόγου εἰσκριτικοῦ ἱερέων εἰκοστοῦ ἔτους Τεπτύνεως δραχμὰς πεντήκοντα δύο, γίνονται δραχμαὶ νβ προσδιαγραφόμενα γ ὀβολὸν ἡμιωβέλιον συμβολικὸν τριώβολον.