Ancient Greek
SB 22 15351
Documentary Papyri, SB 22 15351
Not analysed yet
Ταρουτίλλιος ὁ πρὸς τοῖς καταλοχισμοῖς τοῖς ἀγορανόμοις χαίρειν. Ταυσείριος τῆς Ὀννώφριος τοῦ Πύθωνος μετὰ κυρίου Ἑρμογένους τοῦ Χαιρήμονος τοῦ Χαιρήμονος παρακεχωρημένης παρὰ Καικιλλίας Τύχης Κοίντου Καικιλλίου Ἀλεξάνδρου ἀπελευθέρας μετὰ κυρίου τοῦ αὐτοῦ Κοίντου Καικιλλίου Ἀλεξάνδρου τὰς ὑπαρχούσας αὐτῇ περὶ Θῶσβιν τῆς ἄνω τοπαρχίας ἐκ τοῦ Ἀντιπάτρου κλήρου κατοικικῆς γῆς σιτοφόρου σπορίμου ἐξ ὀρθογωνίου ἀρούρας εἴκοσι σὺν τοῖς ἐπετείοις τούτων ἐκφορίοις. διὸ γράφω ὑμῖν ἵνʼ εἰδῆτε. ἔτους γ Αὐτοκράτορος Τίτου Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Μεχεὶρ η Σεβαστῇ. Ταρουτίλλιος σεσημείωμαι ἀρούρας εἴκοσι. ἔτους τρίτου Αὐτοκράτορος Τίτου Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ, Μεχεὶρ η Σεβαστῇ.