Ancient Greek
SB 22 15380
Documentary Papyri, SB 22 15380
Not analysed yet
Φεστῖνος Νίγερει τῷ τιμιωτάτῳ πλεῖστα χαίρειν· πρὸ πάντων εὔχομαί σε ὑγιαίνειν καὶ προκόπτειν· καλῶς ποιήσεις ἄδελφε δοὺς Πετρωνίῳ τὰς δραχμὰς β ἐπεὶ οἶδες ὅτι αὐτῷ προστέτικα ἐκ τοῦ ἐμοῦ αὐτά. ἔπεμψα δέ σοι καὶ διὰ Πετρωνίου στατῆραν καινὸν ὃν οὐκ ἔλαβαν ἵνα αὐτὸν ἀλλάξῃς. μὴ οὖν ἄλλως ποιήσεις ἄδελφε. ἐρρῶσθαί σε εὔχομαι καὶ προκόπτειν.