Ancient Greek
SB 18 13784
Documentary Papyri, SB 22 15384
Not analysed yet
ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Παῦνι γ ἐν Τεπτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Σαραπιὰς ὡς ἐτῶν εἴκοσι ἄσημος μετὰ κυρίου τοῦ πατρὸς Ἥρωνος τοῦ Πευκέστου ὡς ἐτῶν τεσσεράκοντα ὀκτὼ οὐλὴ ἀντικνημίῳ δεξιῷ Ἡρακλῇ Ἡρακλήου ὡς ἐτῶν τεσσεράκοντα ἑπτὰ οὐλὴ χειρὶ ἀριστερᾷ ἀπέχειν παρʼ αὐτοῦ Ἡρακλήου διὰ χειρὸς ἀργυρίου δραχμὰς ἑκατὸν ὀκτὼ καὶ τοὺς τόκους ἃς ὤφειλεν αὐτῇ καθʼ ὁμολογίαν χρήσεως τετελειωμένης διὰ τοῦ αὐτοῦ γραφείου τῷ πεντεκαιδεκάτῳ ἔτει Ἀντωνείνου Καίσαρος τῷ μηνὶ Θώθ …,ἣν καὶ ἀναδέδωκεν αὐτῶι εἰς ἀκύρωσιν καὶ μὴ ἐπελεύσεσθαι τὴν Σαραπιάδα ἐπὶ τὸν Ἡρακλῆν ὑπὲρ ὧν ἀπέχει. Σαραπιὰς μετὰ κυρίου τοῦ πατρὸς Ἥρωνος τοῦ Πευκέστου ἀπέχω παρὰ τοῦ Ἡρακλήου τὰς δραχμὰς ἑκατὸν ὀκτὼ καὶ τοὺς τόκους ἃς ὤφειλέ μοι κατὰ τὴν ὁμολογίαν καὶ μὴ ἐπελεύσεσθαι καθὼς πρόκειται. …ἔγραψε ὑπὲρ αὐτῆς ἀγραμμάτου. ἔτους ιζ Παῦνι γ ἀναγέγραπται διὰ τοῦ αὐτοῦ γραφείου.