Ancient Greek
SB 22 15460
Documentary Papyri, SB 22 15460
Not analysed yet
…ἔτους κε Καίσαρος Μεσορὴ κη ἐπὶ τῆς γενηθείσης συναγωγῆς ἐν τῶι τῶν ἀρχακολούθων οἴκωι συνόδου Σεβαστῆς Καίσαρος Αὐτοκράτορος θεοῦ υἱοῦ Διὸς Ἐλευθερίου ἧς συναγωγὸς Πρῖμος προστάτης Ἰουκοῦνδος ……αυθα ……ωνδιατ ……σες… καὶ ἐν τοῖς καθʼ ἑαυτὸν μηδὲ ἐπὶ ταύτης παραλιπεῖν μηδὲν ἐπιδέδεικται καὶ ἐπὶ τῆς ἐνεστώσης τὸ ὅμοιον ἐπὶ τ…ου τε ἐν παντὶ τῶι τῆς ἀρχῆς χρόνωι σπουδαίως καὶ π…ιως ἀνέστραπται. ἀγαθῆι τύχηι· ἔδοξε κοινῆι γνώμηι τιμᾶν αὐτὸν Πάμφιλον διὰ βίου κλισίαι τε τῆι ἐν α… καὶ στεφάνωι ἐξάλλωι ἵνʼ εἰδῆι ἡ νέα …α… φιειν καὶ εἰδέναι ποίαν …ἐὰν γίνωται μηδενὶ ἐξόντος ἐπʼ ἀνασκευῆι τῶν δεδογμένων λογοποιεῖσθαι ἢ τὸν ἐπιχειρήσαντα ἀπρόσδεκτον εἶναι καὶ ζημιοῦσθαι ἀργυρίου δραχμαῖς πεντακοσίαις . τὸ δὲ ὑπόμνημα διττογραφὲν ἔστω κύριον.