Ancient Greek
SB 22 15466
Documentary Papyri, SB 22 15466
Not analysed yet
παρὰ Δικαιογένους Φίλωνος μητρὸς Σενηρακλείας Δικαιογένους ἀπὸ κώμης Ταλαὼ …γουμ ἐμαυτ- …λογων ἀπογραφομεν- …ἀπογράφομαι ἐμαυτὸν κατὰ τὰ ὑπὸ Οὐαλερίου Πρόκλου τοῦ ἡγεμονεύσαντος προστεταγμένα πρὸς τὴν τοῦ διελθόντος θ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν εἰς τοὺς ὑπάρχοντας τοῖς προγεγραμμένοις γονεῦσί μου ψειλοὺς τόπους ἐκ τοῦ Ἐνκαιρίου κλήρου περιτετειχισμένους βείκων ἑπτὰ ἐν οἷς οἰκία ἄστατος καὶ τὸν ἀπὸ βορρᾶ αὐτῆς ψιλὸν τόπον πάντα ὄντα περὶ τὴν αὐτὴν Ταλαώ. εἶναι δέ· αὐτὸς ἐγὼ Δικαιογένης Φίλωνος μητρὸς Σενηρακλείας Δικαιογένους ἐπὶ ξένης ὢν ὁ προγεγραμμένος οὐλὴν ἔχων ἐν τῷ ἀριστερῷ σφυδρῷ ἐτῶν κβ· Σαραπίων ὁ καὶ Εὐτυχὴς ἀπελεύθερος ἄτεχνος ἄσημος ἐτῶν ιθ γίνονται ἄνδρες β. καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Τίτον Αἴλιον Ἁδριανὸν Ἀντωνῖνον Σεβαστὸν Εὐσεβῆ ἐξ ὑγιοῦς καὶ ἐπʼ ἀληθείας ἐπιδεδωκέναι τὴν προκειμένην ἀπογραφὴν καὶ μήτε ἐπίξενον μήτε Ῥωμαῖον μήτε Ἀλεξανδρέα μήτε ἀπελεύθερον μήτε Αἰγύπτιον μήτε ἄλλον μηδένα οἰκεῖν μηδὲ ἀπογράφεσθαι ἔξω τῶν προκειμένων ὀνομάτων, ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ κϛ. Δικαιογένης ὁ προγραμμένος ὀμώμοκα τὸν ὅρκον καὶ ἐπιδέδωκα τὴν ἀπογραφήν.