Ancient Greek
SB 22 15482
Documentary Papyri, SB 22 15482
Not analysed yet
τῷ κυρίῳ μου καὶ τιμιωτάτῳ πατρὶ ἀββᾶ Ἰωάννης καὶ τῇ εὐγενεστάτῃ μου ἀδελφῇ Σαρρα θυγατρὶ τοῦ προγεγραμμένου Ἰωάννου καὶ Σλαμω τῇ συμβίῳ σου. πρὸ πάσης ῥήσεως ἀσπάζω καὶ προσκυνῶ τὴν ὑμῶν εὐγένειαν ἵνα λάβητε παρʼ ἐμοῦ Ἀπολλωνίου τὴν ἐμὴν προσηγορίαν. μαρτυρεῖ μοι ὁ κύριος ὅτι πάνυ ἐλυπήθην περὶ τῆς ἁλώσεως τῆς πόλεώς σου καὶ πάλιν ἠκούσαμεν ὅτι ὁ δεσπότης θεὸς ἔσωσέν σε καὶ πάντας τοὺς διαφέροντάς σου. εὔχομαι παρὰ τῷ θεῷ ὅπως καταξιωθῶ τὴν σὴν συντυχίαν πάλιν ἵνα περιχαρῆ ποιῶ ὅτι πολλὰ προσαγορεύει ὑμᾶς ἡ γυνή σου. θαυμάζω τὴν σὴν πατρικὴν διάθεσιν ὅτι πῶς οὐκ ηρ…ω θην τὴν …ροση…μετα …ο…σ…χρα… παρακαλῶ καὶ προσκυνῶ …γράψον μοί τι περὶ τῆς ὑγιείας σου καὶ οἰκίας σου. ἀσπάζω πάντας τοὺς ἐν τῷ ἀφθόνῳ σου οἴκῳ ἀπὸ μικροῦ ἕως μεγάλου. ἐρρῶσθαι ὑμᾶς εὔχομαι ὑγιαίνοντας ἐπὶ μήκιστον βίου χρόνον. ὁ κύριος διαφυλάξῃ ὑμᾶς. ἐπίδος τῷ προσφιλεστάτῳ καὶ …πατρὶ Ἰωάννῃ παρὰ Ἀπολλωνίου. σωκωτο.