Ancient Greek
SB 22 15487
Documentary Papyri, SB 22 15487
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους ιε ἐπαγομένων ε ἰνδικτίονος α ἀρχῇ δευτέρας. Φλαουίῳ Στρατηγίῳ τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ὑπάτῳ γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ σοῦ Φλαουίου Ἀπολλῶ τοῦ μεγαλοπρεπεστάτου κόμετος καὶ διοικητοῦ αὐτοῦ Θεοπρεπὴς θυγάτηρ Φαύστου …Φιλοξένου καὶ Δαμιανοῦ ἐκ πατρὸς Μαυριτανίου νοταρίου σίτου ἀρτάβας εἴκοσι, γίνονται σίτου καγκέλλῳ ἀρτάβαι κ, τὰς καὶ δοθείσας διὰ Παμουθίου προνοητοῦ Ἁρποκρᾶ. κυρία ἡ ἀπόδειξις ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Θεοπρεπὴς θυγάτηρ Φαύστου στοιχεῖ μοι ὡς πρόκειται. Ἠλίας ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου οὔσης. Di emu Helia. ἀπόδειξις Θεοπρεπῆ θυγατρὸς Φαύστου …,σίτου καγκέλλῳ ἀρτάβαι κ μόναι.