Ancient Greek
SB 22 15493
Documentary Papyri, SB 22 15493
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίων Ἀρεοβίντα καὶ Ἄσπερος τῶν λαμπροτάτων Φαῶφι ,…δ ἰνδικτίονος· Αὐρηλίῳ Θεοδώρῳ Δωροθέου πολιτευομένῳ Ἑρμοῦ πόλεως παρὰ Αὐρηλίου Σίρου …υμείνου μητρὸς Εὖτος ἀπὸ κώμης Σεσιὴ τοῦ Ἑρμουπολίτου νομοῦ· βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρὰ σοῦ πρὸς -ετῆ χρόνον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς πέμπτης ἰνδικτίωνος τὸ ὑπάρχον σοι χωρίον ἀμπελικὸν ἀρουρῶν ὅσων ἐστὶν σὺν φυτοῖς πᾶσι περὶ πρακτορίαν τῆς αὐτῆς κώμης διακείμενον πρὸς χερικὴν ἀμπελουργικὴν ἐργασίαν καὶ ἐπιμέλειαν πᾶσαν ἐφʼ ᾧτέ σε τὸν γεοῦχον λαβεῖν ἥμισυ τέταρτον μέρος πάσης τῆς ἐκβησομένης ῥύσεως τοῦ οἴνου καί με τὸν ἀμπελουργὸν δέξασθαι τὸ ἄλλο τέταρτον μέρος ἀνθʼ ὧν ποιοῦμαι καμάτων παρέξω δέ σοι ἐν καιρῷ τῆς τρύγης …εὐάρεστον ἢ ὑπὲρ τιμῆς τούτου ἀργυρίου τάλαντα …ἐπὶ τῷ με σκάψαι τὸ χωρίον τέταρτον κατʼ ἔτος. κυρία ἡ μίσθωσις καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σῖρος ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Τατιανὸς Ταυρίνου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. μίσθωσις χωρίου …