Ancient Greek
SB 22 15542
Documentary Papyri, SB 22 15542
Not analysed yet
Ἀπολλωνίωι ἐπιστάτει Ὀξυρύγχων παρὰ Πετεαρφενείθου τοῦ Μαρρέους. τυγχάνω ἐπιδεδωκὼς ἄλλην προσαγγελίαν τῆι κδ τοῦ Μεσορὴ περὶ τοῦ εἶναί με κλινοπετῆν καὶ κινδυνεύειν με ἐκ τῶν πληγῶν ὑπὸ Κολλούθου. οὗτος δὲ ἀνεχώρησεν ὑπʼ αὐτὸν τὸν καιρὸν μέχρι τοῦ νῦν, πεπορικὼς δὲ ἔντευξιν τῆι η …παρὰ τῶν χρηματιστῶν …υ ἀξιοῖ διὰ σοῦ τ… …ξιω…