Ancient Greek
SB 22 15545
Documentary Papyri, SB 22 15545
Not analysed yet
…ὑπομνημάτων παρακειμένων αὐτῶν …ων τεθειεθ ἔτους λε Φαμενὼθ κβ. …καὶ ἐπιμελητῆι παρὰ Ἰναροῦτος …καὶ Θοτομοῦτος τοῦ Φαμενέμου ἱερέων Ἁρήσιος καὶ ἰβιοβοσκῶν καὶ ἱερακοβοσκῶν ἀπὸ Ἀρχελαίδος τῆς Θεμίστου μερίδος. οὐκ ἀγνοεῖς ὃν τρόπον ἐπιδόντων ἡμῶν τῆι …τοῦ Μεχεὶρ ὑπόμνημα διʼ οὗ ἐξηριθμούμεθα τὰ βίαι τελούμενα εἴς τε ἡμᾶς καὶ εἰς τὸ ἱερὸν ὃ ἡμῖν μέλει ἀδικήματα πλείονα παρὰ τὴν σὴν καὶ τοῦ διοικητοῦ εἰς τὸ θεῖον …καὶ εἰς τὸν μέγιστον Ἑρμῆ προαίρεσιν ὑπὸ Σαραπίωνος τοῦ παρʼ Ἀγλαοῦ χάριν ὧν …ἔχομεν περὶ τὴν αὐτὴν κώμην βασιλικῆς γῆς ἀρουρῶν …ἐκφορίου τῆς ἀρούρας ἀρταβῶν γ, ὧν τὰ γενήματα ἐλάβομεν …εἰς τροφὴν καὶ ταφὴν καὶ τὴν ἄλλην προστασίαν τῶν ἱερῶν ζώιων …ἀφʼ οὗ χρόνου ἔχει ὁ Ἀγλαὸς ἐν δωρεᾶι τὴν κώμην μέχρι τοῦ λ ἔτους …ἐκ πλήρους τὰ ἐκφόρια ἐκ τῆς προκειμένης ἐπιβολῆς. τοῦ δὲ Σαραπίωνος παραγενομένου εἰς τὴν κώμην ἐν τῶι λ ἔτει καὶ συνηνάγκασεν ἡμᾶς παρὰ τὴν συγγραφὴν τῆς μισθώσεως μετρῆσαι ἀρτάβας ἄλλας οβ ἡμίσειαν ὥστʼ εἶναι τῆς ἀρούρας ἀρτάβας …ἀλλὰ καὶ ἐν τὼ͂ λβ ἔτει ὡσαύτως οβ ἡμίσειαν πυροῦ ἀρτάβας πρὸς καιρὸν …Ἡρακλείδει τῶι γενομένωι ἐπιμελητῇι ἠνεγκαμένου θ… …ἐν τῶι λβ ἔτει δόντων ἡμῶν Διοσκουρίδει τῶι διοικητῆι ……ὑπόμνημα περὶ τῶν ὁμοίων ἀδικημάτων τε καὶ ……γράψαντος τῶι τοπογραμματεῖ καὶ κωμογραμματεῖ …μένου …γενέσθαι αλ…αρα…ωνος ε…