Ancient Greek
SB 22 15561
Documentary Papyri, SB 22 15561
Not analysed yet
ἡμῖν αὐτοῖς· ἔχων οὖν τὸ ἐπιστόλιον τοῦτο ἀντίγραψον ἡμῖν περὶ τῆς σωτηρίας σου· καὶ ἐγὼ γὰρ ἐνωθρευόμην …ψα εἰς Ἀλεξάνδρειαν… πέντε ἡμέρας ἀνα… τοῦτό σοι τὸ ἐπιστόλιον …ψα εἰς Ἀλεξάνδρειαν …νῦν …εις …ν…ν …ἐὰν δύνῃς μα…σου εἰμὶ οὐδὲν εὑρίσκων εἰς Ταποσῖριν ε…ψ… πολλάκις· ἀσπάζομαι Σαραπίωνα καὶ τὴν …ειαν… ἀσπάζομαι …καὶ Σαραπάμμωνα καὶ Ἡρωνεῖνον πολλά· ἀσπάζομαι Σαβεῖνον τὸν οὐετρανὸν καὶ τὴν σύμβιον αὐτοῦ καὶ τοὺς αὐτοῦ πάντας· ἀσπάζομαι Εὔχην καὶ Σαραπάμμωνα καὶ Ἶσιν· ἀσπάζονται ὑμᾶς Οὐαλερία καὶ Ἀφροδεισία καὶ Πολυδεύκης· ἀσπάζονται Γερμανὸς καὶ Ἡρακλιανός. ἐρρῶσθαί σε εὔχομαι.