Ancient Greek
SB 16 12401
Documentary Papyri, SB 22 15595
Not analysed yet
…χμγ ϙθ… τῷ εὐλαβεστάτῳ ἀββᾷ Ἀπολλῶτι μονάζοντι τοῦ ἁγίου τόπου ἀββᾶ Ἀπολλῶτος ἐν ὄρει τῆς κώμης Τικώεως τοῦ Ἑρμουπολίτου νομοῦ παρὰ Αὐρηλίου Ἀνούφεως Ἰωάννου μητρὸς Θεχαρίης ἀπὸ κώμης Τανεμώεως τοῦ Ἑρμουπολίτου νομοῦ. ἐδεξάμην καὶ πεπλήρωμαι παρὰ σοῦ τῆς τελείας καὶ ἀξίας τιμῆς οἴνου μούστου μέτρων ἑκατὸν τεσσεράκοντα ἀπὸ ξεστῶν τριῶν τῶν ξεστῶν ἐν τρουλάτοις τοῦ τόπου γίνεται οἴνου μέτρα ρμ ἀπὸ ξεστῶν γ ἅπερ ὁμολογῶ διδόναι σοι ἐν τῷ Μεσορὴ μηνὶ καιρῷ τῆς τρύγης καρπῶν τῆς σὺν θεῷ εἰσιούσης δεκάτης ἰνδικτίονος ἐν οἴνῳ νέῳ καλλίστῳ καὶ εὐαρέστῳ μέτρῳ τοῦ πίθου καὶ εἰ εὑρεθείη ὄξος ἢ ἀποίητος ἢ ὀζόμενος ἐξ αὐτοῦ ἕως Φαμενὼθ μηνὸς τῆς αὐτῆς ἰνδικτίονος ἐπὶ τῷ με ἀλλάξαι σοι ἐν οἴνῳ καλῷ εὐαρέστῳ χωρὶς προχρείας χωρὶς ἁπάσης ἀμφιβολείας. εἰ δὲ μὴ δώσω σοι τὸν αὐτὸν οἶνον ἐν τῇ αὐτῇ προθεσμίᾳ ὁμολογῶ διδόναι σοι ὑπὲρ τῆς τιμῆς χρυσοῦ νομισμάτια …τὸ γραμμάτιον κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα . Αὐρήλιος Ἀνοῦφις Ἰωάννου ἐθέμην . Αὐρήλιοι Ἑνῶχ …καὶ Βίκτωρ Νουμηνα μαρτυροῦμεν τῷ γραμματίῳ ἀκούσας παρὰ τοῦ θεμένου δ…ρ …χειρόγραφον γενόμενον παρʼ Ἀνούφιος Ἰωάννου …Παχὼν ϛ ἰνδικτίονος θ. ……ἀββᾶ Ἀπολλῶτος …