Ancient Greek
SB 22 15603
Documentary Papyri, SB 22 15603
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Ἀμμωνιανῷ Γερόντιος χαίρειν· ἐν τῇ χθὲς ἦλθον εἰς τὴν Τακόνα καὶ ἐσχόλασα τῇ καταστάσει τῶν ἄλλων λειτουργιῶν ἵνα δυνηθῇ ἡ ἀπαίτησις προχωρῆσαι. θαυμάζω δὲ πῶς οὐδείς μοι ἤνεγκε γράμματά σου καὶ ἀθυμῶ τούτου ἕνεκα, ἐπειδὴ οὐκ οἶδα πῶς διάκειται ἡ οἰκία ἢ τὰ καθʼ ἡμᾶς καὶ κατὰ τὴν πόλιν. σπούδασον οὖν ἔχων πολλοὺς ἐρχομένους εἰς τὴν Τακόνα ἢ τοῦ κονδουκτορίου ἢ τῆς κώμης ἀντιγράψαι μοι περὶ πάντων. περὶ δὲ τῶν ἀπαιτήσεων ἐὰν γαρ… τα… Πετερμουθι… τε τῶν ἄλλων ω… …οιετο… Ταποῦτος ἐργάται κ ὁμοίως …Χρυσοχόου ἐργάται ϛ …Ταγχεῶ καὶ Ἄμβικος α… κουσαν οἱ ἐποικιῶται …-στείλαμεν δὲ πρὸς σὲ α… σνέως ἵνα σπουδα… ωσαν λημματιση… δέσε χρῆ ὅτι ἐγραψ… κτονι τοῦ Ἰσίου κάτω …ἄλλου. γράψον μοι λ… ἵνα μὴ ζημιῶ …κυρίῳ μου ἀδελφῷ Ἀμμωνιανῷ Γερόντιος