Ancient Greek
SB 22 15605
Documentary Papyri, SB 22 15605
Not analysed yet
ἔτους ια τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ ἔτους ζ Γρατιανοῦ Εὐτυχῶν Εὐσεβῶν Σεβαστῶν, ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος τῶν αἰωνίων Αὐγούστων τὸ δ, …Αὐρηλία Κυρία θυγάτηρ Τιμοθέου, μητρὸς Ἀπολλωνίας μετὰ συνεστῶτός μοι τοῦ ἀνδρός μου Αὐρηλίου Ἀμμωνίου υἱοῦ …-ου μητρὸς Θεο… τῶν ἀπὸ τῆς αὐτῆς κώμης Φλαουίῳ Ἄμμωνι σπεκουλάτορι χαίρειν. ὁμολογῶ …πεπρακέναι καὶ παρακεχωρηκέναι σοι δεσποτικῷ δικαίῳ ἀπὸ του?ͅ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὰς ὑπαρχούσας μοι περὶ …γῆς ἰδιωτικῆς ἐσπαρμένας ἀρούρας δύο ὄγδοον …ἐλθούσας εἰς ἐμὲ ἀπὸ γαμικοῦ συμβολαίου τοῦ προκειμένου καὶ ἀναπαυσαμένου πατρός μου Τιμοθέου …ὧν γείτονες νότου Ἡρακλάμμων Μελ… κατὰ πατέρα, βορρᾶ καὶ ἀπηλιώτου Βάνος ἀπὸ ἐποικίου Ἀλεξάνδρου, λιβὸς ὁδὸς ὁδευομένη, τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους γῆς ἰδιωτικῆς ἐσπαρμένης ἀρουρῶν δύο ὀγδόου χρυσοῦ νομισμάτια ἁπλᾶ δόκιμα ἀριθμῷ πέντε ,ἅπερ αὐτόθι ἀπέσχον παρὰ σοῦ ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου σου πρὸς τὸ ἀπὸ τοῦ νῦν κρατεῖν σε τὸν ὠνούμενον Ἄμμωνα τὸν σπεκουλάτορα καὶ κυριεύειν σὺν ἐγγόνοις καὶ τοῖς παρὰ σοῦ τῶν προκειμένων ἰδιωτικῆς ἐσπαρμένης ἀπουρῶν δύο ὀγδόου καὶ δεσποτεύειν σε ἀκωλύτως καὶ ἐξουσίαν σε ἔχειν περὶ αὐτῶν …καὶ πάντα πράσσειν ᾧ ἐὰν αἱρῆσαι τρόπῳ ἀνεμποδίστως. βεβαιώσω διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὰς ἀπὸ …καὶ ἀποφέρεσθαί σε τὰ ἐξ αὐτῶν περιγινόμενα εἰς τὸ ἴδιον ἀπὸ τῆς εὐτυχοῦς τρίτης νέας ἰνδικτίονος καὶ τελεῖν σε …καὶ ἐπικλασμοὺς παντοίους ἀπὸ τῆς αὐτῆς τρίτης ἰνδικτίονος· τὰ δὲ ἀνὰ χεῖρα πάντα πρὸς ἐμὲ τὴν πεπραμένην καὶ πάντα τὸν ἐπελευσόμενον ἢ ἐμποιησόμενον τούτων ἢ μέρους χάριν ἐπάναγκες παραχρῆμα ἀποστήσω καὶ ἐκδικήσω σοι ἰδίοις μου ἀναλώμασι καὶ ἐπερωτηθεῖσα ὡμολόγησα οὐ προσδεομένη ἑτέρας μου εὐδοκήσεως περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γεγενῆσθαι καθάπερ ἐκ δίκης. κυρία ἡ πρᾶσις δισσή. Αὐρηλία Κυρία ἡ προκειμένη διʼ ἐμοῦ τοῦ ἀνδρὸς Αὐρηλίου Ἀμμωνίου πέπρακα τὰς προκείμενας ἀρούρας δύο ὄγδοον καὶ ἀπέσχον τὰ τῆς τιμῆς χρυσοῦ νομισμάτια πέντε πλήρης καὶ τελεῖν πάντα τὰ δημόσια καὶ ἐπικλασμοὺς παντοίους ἀπὸ τῆς προκειμένης τρίτης ἰνδικτίονος καὶ βεβαιώσω πάσῃ βεβαιώσει. Ἀμμώνιος συνέστην τῇ γυναικί μου Κυρίᾳ καὶ ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας. Αὐρήλιος Ἀσκληπιάδης Ἀλύπου μαρτυρῶ τῇδε τῇ πράσει.