Ancient Greek
SB 22 15611
Documentary Papyri, SB 22 15611
Not analysed yet
ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Γορπιαίου Ἐπεὶφ δωδεκάτῃ ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Διονυσάμμων Ἰσίωνος ὡς ἐτῶν τριάκοντα ἐννέα οὐλὴ δακτύλωι μικρῷ χειρὸς ἀριστερᾶς Ἑρμᾷ Ἥρωνος τοῦ Ἑρμᾶ ἀναγραφομένῳ ἐπʼ ἀμφόδου Ἑτέρων Χηνοβοσκίων ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ μετώπωι μέσῳ ἀπέχειν παρʼ αὐτοῦ ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι ἃς ὤφειλεν ὁ Ἑρμᾶς τῶι Διονυσάμμωνι καθʼ ὁμολογίαν τελειωθεῖσαν διὰ τοῦ ἐν Μαγαίδι τῆς αὐτῆς μερίδος γραφείου τῶι τεσσαρεσκαιδεκάτῳ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ Μεχεὶρ τρίτῃ καὶ εἰκάδι, ἣν καὶ ἀναδέδωκεν αὐτῷ εἰς ἀθέτησιν καὶ ἀκύρωσιν καὶ μηδὲν τὸν Διονυσάμμωνα μηδὲ τοὺς παρʼ αὐτοῦ ἐγκαλεῖν μηδʼ ἐγκαλέσειν τῶι Ἑρμᾷ μηδὲ τοῖς παρὰ τοῦ Ἑρμᾶ περὶ ὧν ἀπέσχηκεν καθότι πρόκειται μηδὲ περὶ ἑτέρου ἁπλῶς πράγματος ἐγγράπτου ἀγράφου μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί. τὰ διωμολογημένα κύρια. Διονυσάμμων Ἰσίωνος ἀπέχω παρὰ τοῦ Ἑρμᾶ τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι καὶ μηδὲν ἐγκαλῶ καθὼς πρόκειται.