Ancient Greek
SB 22 15633
Documentary Papyri, SB 22 15633
Not analysed yet
……εἰς ταύτην καθʼ ἣν ὁμολογῶ χρεωστεῖν τῇ σῇ εὐγενείᾳ χρυσοῦ νομισματίων ἓξ δεσποτικῶν ἑκάστου παρὰ κεράτια …ζυγῷ καὶ σταθμῷ δημοσίῳ ὑπὲρ τῶν σῶν γαμικῶν ἕδνων τῶν συμπεφωνημένων καὶ συναρεσάντων μεταξὺ σοῦ καὶ ἐμοῦ γίνεται χρυσοῦ …νομισματίων ϛ παρὰ λ… ζυγῷ καὶ σταθμῷ δημοσίῳ καὶ ταῦτα ἑτοίμως ἔχω παρασχεῖν τῇ σῇ εὐγενείᾳ ὁπόταν βουληθῇς δίχα πάσης ἀγνωμοσύνης καὶ ὑπερθέσεως κινδύνῳ καὶ πόρῳ καὶ τιμήματι τῆς ἐμῆς ὑποστάσεως γενικῶς καὶ ἰδικῶς τῆς καὶ ὑποκειμένης σοι εἰς τοῦτο. …