Ancient Greek
SB 22 15710
Documentary Papyri, SB 22 15710
Not analysed yet
Ἀγαθοκλῆς Δημητρίῳ χαίρειν. οὐκ εὖ πεπόηκας ἕως τοῦ νῦν ἔτι ἔχων τὴν ἅλω ἀναλόητον. τὸ γὰρ ὕδωρ διὰ τὸ τὰς χέρσους ποτίζεσθαι ἐκείνῃ, ὕπομβρον τὸν σῖτον πεπόηκε ὥστε κινδυνεύειν τοῖς ἐκφορίοις. πυθόμενος δέ σε ἐν Ἀλεξανδρείᾳ εἶναι χρηματισμὸν πεπόρικα τῷ λογευτῇ ἵνα διʼ ἐμοῦ ἀλοηθῇ καὶ κομίσωμαι τὰ ἐμαυτοῦ. ἔτι οὖν καὶ νῦν φρόντισον ὅπως μὴ …ις ὅλος κατακλυσθῇ. διασάφησόν μοι τί σοι πρόκειται ὅπως μὴ μετέωρος ὦ τῇ διανοίᾳ. εἰ δὲ μή, χρήσομαι τῷ χρηματισμῷ. ἔρρωσο. Δημητρίωι