Ancient Greek
SB 22 15728
Documentary Papyri, SB 22 15728
Not analysed yet
ὑπατείας Οὐλκακίου Ῥουφίνου καὶ Φλαουίου Εὐσεβίου τῶν λαμπροτάτων Τῦβι δ· ὁμολογοῦσιν Αὐρήλιοι Νεῖλος Σανσνέου μητρὸς Ἀσίτως καὶ Ἀπόλλων Μίδα μητρὸς Ἀλαύνιος ἀμφότεροι ἀπὸ κώμης Εὐημερίας Αὐρηλίῳ Πέτρῳ Ζακάωνος διακόνῳ καθολικῆς ἐκκλησίας Ἀρσινοίτου ἔχειν παρʼ αὐτοῦ τοὺς ὁμολογοῦντας, ἣν καὶ προσώμολογησαν πεπληρῶσθαι, τὴν τιμὴν πυροῦ μὲν ἀρταβῶν δύο καὶ λαχανοσπέρμου μέτρῳ ἐλαιουργικῷ ἀρταβῶν δύο καὶ ἐπάναγκες τοὺς ὁμολογοῦντας ἀποδώσειν τῷ Πέτρῳ ἐξ ἀλληλεγγύης μηνὶ Παῦνι τῆς εἰσιούσης ζ ἔτους νέας ἰνδικτίωνος ἐν τῇ κώμῃ μέτρῳ τετραχοινίκῳ ἀνυπερθέτως καὶ ἐπὶ τῆς ἀπαιτήσεως, γιγνομένης σοι τῆς πράξεως ἔκ τε τῶν ὁμολογούντων ἢ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶν πάντων καθάπερ ἐκ δίκης καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Νεῖλος καὶ Ἀπόλλων ὁμολογοῦμεν ἔχειν καὶ πεπληρῶσθαι τὴν τιμὴν τῶν τοῦ πυροῦ ἀρταβῶν δύο καὶ λαχανοσπέρμου μέτρῳ ἐλαιουργικῶν ἀρταβῶν δύο ἃς καὶ ἀποδώσομεν ἐξ ἀλληλεγγύης τῇ προθεσμίᾳ ὡς πρόκειται. Αὐρήλιος Ἥρων Ἀπολλωνίου ἔγραψα ὑπὲρ αὐτῶν παρόντων ἀγραμμάτων. χειρόγραφον Νείλου καὶ Ἀπόλλωνος πυροῦ ἀρταβῶν β καὶ λαχανοσπέρμου ἀρταβῶν β.