Ancient Greek
SB 22 15736
Documentary Papyri, SB 22 15736
Not analysed yet
Ὡρεῖσ Δημητροῦτι τῇ μητρὶ πλεῖστα χαίρειν· καὶ τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν καὶ τοὺς ἀδελφούς μου ἀσπάζομαι Γερμανὸν καὶ Θερμούτιον· ἀσπάζου τὸν κύριόν μου Σαραπίωνα πρὶν πάντων καὶ τοὺς ἡμῶν πάντας κατʼ ὄνομα ἀσπάζου. ἐρρῶσθαι σε εὔχομαι κυρᾶ μου μῆτερ. ἀσπάζαταί σε Θεονίλλα καὶ Ἀνθέστις καὶ Κλέων καὶ Δημητρία. ἀσπάζου τὴν μητέρα μου Ἀνουν. ἀπόδος Δημητροῦτι τι ἀπὸ Ὡρεῖτος.