Ancient Greek
SB 3 6267
Documentary Papyri, SB 22 15757
Not analysed yet
……ε… …σαντι ……ε…μανιασ…ριων ἀνήνεγκα καὶ εἴ τι δέον ἐστίν πραχθήτω. μάθε Διονυσίου τί βούλεται πρᾶξαι περὶ τοῦ κατʼ αὐτὸν καὶ ἐπιστειλάτω μοι. ἐδήλωσα γὰρ αὐτῷ τὸ καθʼ ἕκαστον. ἡμεῖς γὰρ αὐτοῦ πεφροντίκαμεν καὶ ἀπόντος εἴ γε αὐτὸς ἀφροντιστεῖ ἡμῶν. προσαγόρευε τὰπαιδία ἡμῶν καὶ πάντας τοὺς ἡμετέρους. συμβοηθὸν δέ, ὡς καὶ ἄλλοτέ σοι ἔγραψα, …ε τοῖς περὶ Ἀριστοκλέα ἕως ἂν δυνηθῶσιν ἀποδοῦναι τὴν ἐπιθήκην ἣν ἀνέπεμψα αὐτοῖς περὶ τῆς βουλείας μου. ἐρρῶσθαί σε εὔχομαι πανοικησίαι θεοῖς πᾶσιν εὔχομαι.