Ancient Greek
SB 22 15800
Documentary Papyri, SB 22 15800
Not analysed yet
…ἐντάξας ἐπιδίδωμι τῇ σῇ ἐμμελείᾳ ἀξιῶν ἀκολουθεῖν ταύτῃ τῇ ἡγεμονικῇ προστάξει· ἐστὶ δέ· Οὐϊκτωρινιανῷ τῷ διασημοτάτῳ ἡγεμόνι παρὰ τοῦ αὐτοῦ. ἐπὶ χρησταῖς ἐλπίσιν, ἡγεμὼν δέσποτα, ἔγημά τινα γυναῖκα Τασοῦχϊν τοὔνομα, ἐξ ἧς ἔσχον παῖδας δύο ἀρο… ἀλλʼ οὐ καθʼ ἡμετέραν εὐχὴν συνέβη τῷ τέλει χρῆσθαι τὴν μητέρα καταλείψασαν τὸ θυγάτριον μηνῶν ἐννέα ὑπὲρ οὗ οὐκ ὀλίγους καμάτους παρεσχόμην οὐδὲ …καὶ ὑπὲρ τοῦ παιδὸς ἀναγα… πάμπολλα ἀνήλωσα, ὁμοίως δὲ οὐ τὰ τυχόντα χρήματα πρὸς τὴν περιστολὴν τῆς γυναικὸς κατεθέμην· ἀλλʼ ἐπεὶ …πιαρ…ς δια… ἐτύγχανεν ἡ γενομένη γλυκυτάτη σύμβιος παραθεμένη …καὶ πινάρια καὶ ἕτερα π…, ἃ οὐ βούλεται ἀποδοῦναί μοι, τούτου ἕνεκα δέομαι οὖν σέ, ἡγεμὼν δέσποτα, προστάξαι, ἐπειδήπερ οὖν ὁ πρώην καταπεμφθεὶς νόμος κατέχειν διαρρήδην προστάττει μόνον τὸν πατέρα χηρεύοντα τὰ τῶν παίδων χρήματα, ἀναγκασθῆναι αὐτὸν ἀποκαταστῆσαί μοι ταῦτα προνοίᾳ …τοῖς τὸ γ μέλλουσιν ὑπάτοις, πρὸ …ἰδῶν ……εβσακτ…