Ancient Greek
SB 22 15821
Documentary Papyri, SB 22 15821
Not analysed yet
…καὶ τοῖς σὺν αὐτῷ παραλήμπταις βιβλίων ἐκλογιστοῦ παρὰ …κωμογραμματέως Καρανίδος. κατεχώρισα ὑμῖν ὥστε τῷ ἐκλογιστῇ γραφὴν βιβλίων τῆς τάξεως τοῦ ἐνεστῶτος …ἔτους Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ μεγίστου Βρεταννικοῦ καὶ ἔσχον τὴν ἀποχήν. ἔστι δέ· ἀπαιτήσιμον ὑποκειμένων ἐπιστρατήγου καὶ ἄλλων εἰδῶν ἀπαιτήσιμον ἐπιστατικοῦ ἱερέων ἀπαιτήσιμον γραμματείας φυλάκων ἀπαιτήσιμον ὀκταδραχμίας σπονδῆς Διονύσου ἀπαιτήσιμον τρίτης περιστερεώνων ἀπαιτήσιμον τέλους βαλανείου ἀπαιτήσιμον γερῶν ἀπαιτήσιμον ὑποκειμένων προσχρεια… ἀπαιτήσιμον φόρου νομῶν ἀπαιτήσιμον τελεσμάτων ἐδαφῶν ἐκ τοῦ οὐσιακοῦ λόγου πεπραμένων ἀπαιτήσιμον ἀργυρικῶν τελεσμάτων ἐν φόροις λογιζομένων