Ancient Greek
SB 24 15901
Documentary Papyri, SB 24 15901
Not analysed yet
Ἰουλίωι Ἀθηνοδώρωι τῶι διασημοτάτωι ἡγουμένωι Θηβαίδος παρὰ Αὐρηλίου …ἀπὸ κώμης Κέλλεως τῆς Μωθιτῶν πόλεως …ος, δέσποτα ἡγεμών, ἐξέδοτο Αὐρηλία Ἀθηνοδώρα συνεπιπαρόντος καὶ συνευδοκοῦντος τοῦ αὑτῆς ἀνδρὸς Αὐρηλίου Ἀπολλοδώρου ἄρξαντος τῆς Μωθιτῶν πόλεως τῆς Μεγάλης Ὀάσεώς μοι τὴν δούλην Σενορ… πρὸς μάθησιν τῆς γερδιακῆς τέχνης ἐπὶ χρόνον ἔτη δύο ἀπὸ τῆς νεομηνίας τοῦ Ἐπεὶφ μηνός, λαβοῦσαν τὰ ἐργαλεια" γενόμενοι βίαιοι καὶ αὐθάδεις οὐκ ἔδοσαν ἐμοὶ τὰ ἀργυρίου καινοῦ τάλαντα ὑπὲρ ἐπιτίμου …τῆς δούλης κατʼ ἔγγραφον …Ὀνόμαστος υἱὸς κατʼ ἐξὸν …ὁ προειρημένος υἱὸς μετʼ ἑξάμηνον ἀπὸ τῆς προδηλουμένης νεομηνίας ἀπέσπασε τὴν δούλην γενόμενος αἴτιος τοῦ τὴν αὐτὴν ἐντελῶς ἐκδιδαχθῆναι περὶ τῆς προειρημένης τέχνης …πληγαῖς συνέκοψαν· ἄνθρωπος …μενος· ὅθεν ἐντάξας …σεδίου πανδο…η …