Ancient Greek
SB 24 15909
Documentary Papyri, SB 24 15909
Not analysed yet
Λυκαρίων Τρύφωνι τῶι ἀγαθωτάτωι πλεῖστα χαίρειν καὶ ὑγιαίνειν. παρόντα σε παρεκαλέσαμεν ὑπὲρ Ἐρωτᾶτος τοῦ φίλου ἡμῶν ἵνα τὸν αὐτοῦ Ἰσίδωρον πρώτως ἀγάγῃς οὖν εἰς γεωργίαν τῆς προσόδου καὶ οὐσιακῆς, καὶ νῦν δὲ παρακαλοῦμεν, βέλτιστε γυμνασίαρχε, πάντες σε ἀγαγεῖν καὶ σπουδάσαι ἔτι καὶ νῦν ἀπαιτῆσαι· Ἰσίδωρος οὐ γάρ ἐστιν Ἀρσινοίτης τῶν μητροπολιτῶν. ὑγίαινε καὶ σεαυτοῦ ἐπιμέλου. ἔτους λε Καίσαρος Φαρμοῦθι η. γυμνασιάρχωι Τρύφωνι