Ancient Greek
SB 24 15915
Documentary Papyri, SB 24 15915
Not analysed yet
…ἀμφότεροι δὲ κινδυνεύοντες διʼ αὐτὸν ἐγκαταλιπεῖν τὴν οἰκίαν χρειώδεις ὄντες τῷ ταμείῳ παρακαλοῦμεν εἰρήνης. οὔσης βαθυτάτης καὶ πάντων ἀνθρώπων εὐσεβῶς διαγόντων ἐν τοῖς εὐτυχεστάτοις τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων καιροῖς, ἐάν σου τῇ τύχηι δόξῃ, ἀκοῦσαι ἡμῶν πρὸς αὐτόν, ὅπως ἐπὶ τοῦ ῥητοῦ φανερὰ ἡμῶν ποιούντων αὐτὰ ταῦτα τυγχάνομεν τῶν ἀπὸ σοῦ δικαίων. …πρὸς τὴν τοῦ βιβλιδίου ἐπίδοσιν διαπεμψάμεθα. Σωγ́ένης ἔγραψα ὑπὲρ αὐτῶν . κολλημάτων νζ. ἔτους δ Παχὼν ια ἐλήφθη. Παχὼν ιβ ἐὰν ἐντὸς τῆς ὡρισμένης προθεσμίας ἀπογράψητε, διαγνώσομαι. πρόθες. Ἀπολλώνιος ἡγεμονικὸς ὑπηρέτης· προετέθη τούτου τὸ ἴσον ἐν τῷ ταμικῷ. ἔτους δ Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων . …Παῦνι α.