Ancient Greek
SB 24 15925
Documentary Papyri, SB 24 15925
Not analysed yet
…ν… ετ… ἀπὸ τῶν ὑπαρχόντων …διακειμένων ἐπὶ τῆσδε τῆς πόλεως ἐπʼ ἀμφόδου …ε…λησο… ἐπὶ βορρᾶ μετὰ παντὸς αὐτῆς τοῦ δικαίου καὶ χρηστηρίων καὶ παρασχεῖν με λόγῳ ἐνοικίου αὐτῆς καθʼ ἕκαστον ἐνιαυτὸν χρυσοῦ κεράτια δεκαοκτώ, γίνεται χρυσοῦ κεράτια ιη, ὅπερ ἐνοίκιον ἀποδώσω κατʼ ἔτος διʼ ἑξαμήνου τὸ καὶ ὁπόταν βουληθείητε παραδώσω τὴν νομὴν τῆς αὐτῆς οἰκίας ἀβλαβῆ ὡς καὶ παρέλαβα. ἁπλῆ φραφεῖσα καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Σοφία θυγάτηρ Παύλου ἡ προγεγραμμένη πεποίημαι τὴν μίσθωσιν καὶ ἀποδώσω τὸ ἐνοίκιον καὶ ἐπερωτηθεῖσα ὡμολόγησα ὡς πρόκειται. Αὐρήλιος Φοιβάμμων υἱὸς Ἰωσῆφ ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου οὔσης. Σοφία θυγάτηρ Παύλου ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως λόγῳ ἐνοικίου χρυσοῦ κεράτια ιη.