Ancient Greek
SB 24 15957
Documentary Papyri, SB 24 15957
Not analysed yet
……κραβάτιον …τα νῦν …ἕνεκεν τοῦ αὐτοῦ ληγάτου τῆς αὐτῆς μακαρίας ἡμῶν μητρὸς καὶ μετὰ καλῆς τῆς σῆς πίστεως …τοῦτο ἀπεκατέστησάς μοι εἰς πλήρης καὶ ζητήσας παρʼ ἐμοῦ ἔγγραφον ἀσφάλειαν περὶ τούτου κατὰ τοῦτο ὁμολογῶ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας …δέξασθαι παρὰ σοῦ τὸ αὐτὸ ληγᾶτον τῆς αὐτῆς μακαρίας μητρὸς καὶ τοῦ λοιποῦ οὐδένα λόγον ἔχειν οὔτε ἕξειν πρὸς σὲ περὶ τοῦ ληγάτου τῆς αὐτῆς μακαρίας ἡμῶν μητρὸς μὴ περὶ τούτου μὴ περὶ ἄλλου τινὸς πράγματος ταύτης ἕνεκεν τῆς αἰτίας διὰ τὸ ὡς ἀνωτέρω εἴρηται πεπληρῶσθαί με παρὰ σοῦ καὶ ἐν μηδενί ποτε καιρῷ ἢ χρόνῳ ἐγκαλέσειν σοι περὶ τούτου ἐν δικαστηρίῳ ἢ ἐκτὸς δικαστηρίου· εἰ δὲ παραβῆναί τι τῶν ἐγγεγραμμένων ἐμὲ καταβαλεῖν ἐπὶ σὲ λόγῳ προστιμου χρυσοῦ νομίσματα …ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα κινδύνῳ ἐμῷ καὶ τῆς ἐμῆς ὑποστάσεως· κυρία ἡ ὁμολογία τῆς διαλύσεως ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα …ίου ὁ προκείμενος πεποίημαι τὴν ὁμολογίαν κατὰ τὸν προκείμενον τρόπον καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται ……ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. Di emu Anup eteliothe.