Ancient Greek
SB 24 15965
Documentary Papyri, SB 24 15965
Not analysed yet
Αὐρήλιος Διόσκορος …τοῦ Διοσκόρου ὡς ἐτῶν …Αὐρηλίῳ Χαιρήμονι …ὡς ἐτῶν τεσσεράκοντα ἑπτὰ οὐλὴ …παρακεχωρηκέναι τὸν ὁμολογοῦντα τῷ Αὐρηλίῳ Χαιρήμονι κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὰς ὑπαρχούσας αὐτῷ κλήρου κατοικικοῦ ἀρούρας …περὶ κώμην Κερκεσοῦχα τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ ἢ ὅσαι ἐὰν ὦσι ἐν τόπῳ Τκιεν ὧν γείτονες καθὼς ἐκ συμφώνου ὑπηγόρευσαν νότου …νος σιτικὰ ἐδάφη …ρες καὶ ἀπέχειν ὁμοῦ καὶ νῦν τὸν ὁμολογοῦντα παρὰ τοῦ Αὐρηλίου Χαιρήμονος τὸ κεφάλαιον πᾶν ἐκ πλήρους ἀργυρίου δραχμὰς …διὰ χειρὸς καὶ βεβαιώσει αὐτῷ τῷ πριαμένῳ καὶ τοῖς παρʼ αὐτοῦ τὰς παρακεχωρημένας ἀρούρας πάσῃ βεβαιώσει ἃς καὶ παρέξεται ἀνεπάφους καὶ ἀνενεχυράστους καὶ ἀνεπιδανείστους καὶ καθαρὰς ἀπὸ παντὸς ὀφλήματος δημοσίου καὶ ἀπὸ μὲν …ων καὶ ἐπιγραφῶν καὶ …ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας …ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως διὰ παντὸς καὶ μηδένα ἀπὸ τοῦ νῦν κωλύειν τὸν Αὐρήλιον Χαιρήμονα ἀλλὰ μὴ ἄλλον ὑπὲρ αὐτοῦ πράσσοντα κυριεύειν καὶ οἰκονομεῖν. περὶ δὲ ταῦτα ὀρθῶς καὶ καλῶς γεγενῆσθαι ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Διόσκορος καὶ ὡς χρηματίζω παρακεχώρηκα τῷ Αὐρηλίῳ Χαιρήμονι περὶ κώμην Κερκεσοῦχα κλήρου κατοικικοῦ ἀρούρας …καὶ ἀπέσχον παρʼ αὐτοῦ τὸ παραχωρητικὸν ἀργυρίου δραχμὰς …καθὼς πρόκειται. Αὐρήλιος Χαιρήμων ἠγόρακα παρʼ αὐτοῦ καθὼς πρόκειται. …