Ancient Greek
SB 24 15973
Documentary Papyri, SB 24 15973
Not analysed yet
βασιλευόντων Πτολεμαίου τοῦ Πτολεμαίου καὶ βασιλίσσης Κλεοπάτρας τῆς ἀδελφῆς καὶ βασιλίσσης Κλεοπάτρας τῆς γυναικὸς θεῶν Εὐεργετῶν ἔτους λη· Μεχεὶρ α. κατεμετρήθη σταθμὸς ἐν τῆι ἐκτισμένηι πόλει Εὐεργέτιδι ὑπὸ Βοήθου τοῦ συγγενοῦς καὶ ἐπιστρατήγου καὶ στρατηγοῦ τῆς Θηβαίδος καὶ κτίστου διὰ Πανίσκου σταθμοδότου καὶ ἀντιγραφέως Τανούπει Τφεώφιος τῆι διατεταγμένῃ ἐν τῆι τετραγώνωι καπηλίδι εἰς οἰκητήριον μὴ τασσομένωι ἐμβαδὸν μηδʼ εἰς τὸ ἐγκύκλιον τέλος μηδʼ ἄλλο μηθὲν ἁπλῶς, ἀλλʼ ἔχειν κυρίως τὴν κτῆσιν ἰδιόκτητον· ἐξέσται δʼ αὐτῶι ἀπολείπειν ἐγγόνοις καὶ τῇ ἰδίᾳ γυναικὶ καὶ τοῖς ἔγγιστα γένους ἢ οἷς ἐὰν αἱρῆται ἐν τῆι πόλει ἐν στρατείᾳ φερομένων τούτων ὁμοίως μηδὲν τασσομένων μήτε τῶν μεταλαμβανόντων μήτε τῶν παραχωρούντων κατὰ μηδεμίαν παρεύρεσιν ἀκολούθως τοῖς ὑπὸ κτίστου ἐπικεχωρημένοις πηχῶν στερεῶν δύο, γίνονται πήχεις β, ὧν μέτρα νότου ἐπὶ βορρᾶ πήχεις κ, λιβὸς ἐπʼ ἀπηλιώτην πήχεις ι· γείτονες νότου Πετοσίριος χρυσοχόου, βορρᾶ οἱ λοιποὶ τόποι, ἀπηλιώτου στοά, λιβὸς ῥύμη πηχῶν ι. Πανίσκος καταμεμέτρηκα καθότι πρόκειται Τανούπει Τφεώφιος καπηλίδι ἐν τῆι τετραγώνωι ἀγορᾶι πήχεις δύο β, πήχεις β. ἔτους λη Μεχεὶρ α.