Ancient Greek
SB 24 16002
Documentary Papyri, SB 24 16002
Not analysed yet
…σεσημείωμαι. ἔτους κ… Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαῶφι κζ. ἔτους εἰκοστοῦ καὶ …Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Ευ_σεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Σαρματικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου Βραττανικοῦ μηνὸς Ἀπελλαίου Φαῶφι κζ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἀσκληπιάδης …τοῦ …ους ὡς ἐτῶν τριάκοντα ἓξ οὐλὴ ὀφρύει δεξιᾷ Πτολλαροῦτι τῇ καὶ Ἰσιάδι τῇ …τοῦ …ὡς ἐτῶν …ἀσήμῳ μετὰ κυρίου τοῦ ἀνδρὸς αὐτῆς …τοῦ …τοῦ …ὡς ἐτῶν …πεπρακέναι τὸν ὁμολογοῦντα Ἀσκληπιάδην τῇ Πτολλαροῦτι τῇ καὶ Ἰσιάδι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὰ ὑπάρχοντα τῷ ὁμολογοῦντι Ἀσκληπιάδῃ ἐκ διαιρέσεως ἧς δίκαιον ἦλθεν εἰς τὸν ὁμολογοῦντα Ἀσκληπιάδην ἐκ τῆς τοῦ πατρὸς αὐτοῦ …διαθήκης διαλελυμένης τῷ διεληλυθότι ἔτει μηνὶ …δουλικὰ σώματα …ὡς ἐτῶν …οὐλὴ …καὶ τὸ ταύτης τέκνον Ἀφροδίτην ὡς ἐτῶν δεκα …οὐλὴ …ἃ καὶ παρείληφεν ἡ Πψολλαροῦς ἡ καὶ Ἰσιὰς παρὰ τοῦ Ἀσκληπιάδου ταῦτα τοιαῦτα ἀναπόριφα πλὴν ἱερᾶς νόσου καὶ ἐπαφῆς καὶ ἀπέχειν ἐντεῦθεν παραχρῆμα τὸν ὁμολογοῦντα Ἀσκληπιάδην παρὰ τῆς Πτολλαροῦτος τῆς καὶ Ἰσιάδος τὴν μεταξὺ ἀλλήλων συμπεφωνημένην τιμὴν ἐκ πλήρους ἀργυρίου δραχμὰς χιλίας πεντακοσίας διὰ χειρὸς καὶ βεβαιώσειν τὸν ὁμολογοῦντα Ἀσκληπιάδην τῇ ὠνησαμένῃ Πτολλαροῦτι τῇ καὶ Ἰσιάδι καὶ τοῖς παρʼ αὐτῆς τὰ πεπραμένα μετὰ καὶ τῶν ἐκ τούτων ἀπὸ τοῦ νῦν γενησομένων ἐκγόνων δουλικὰ σώματα πάσῃ βεβαιώσει ἅπερ καὶ παρέξεσθαι ἀνέπαφα καὶ ἀνενεχύραστα καὶ ἀνεπιδάνειστα καὶ καθαρὰ ἀπὸ …καὶ πάσης ἐμποιήσεως καὶ μηδένα κωλύσειν τὴν ὠνησαμένην Πτολλαροῦν τὴν καὶ Ἰσιάδα μηδὲ τοὺς παρʼ αὐτῆς κυριεύουσαν τῶν πεπραμένων αὐτῇ ὡς πρόκειται δουλικῶν σωμάτων καὶ τῶν ἐκ τούτων ἀπὸ τοῦ νῦν γενησομένων ἐκγόνων καὶ τὰ ἐκ τῶν δουλικῶν σωμάτων ἀπὸ τοῦ νῦν περιγινόμενα ἀποφερομένην αἰς τὸ ἴδιον καὶ διοικεῖν καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῇ. ἐὰν δέ τι τῶν προγεγραμμένων παραβῇ ὁ Ἀσκληπιάδης χωρὶς τοῦ αὐτὰ κύρια εἶναι καὶ πάντα τὸν ἐπελευσόμενον ἀφιστάνειν προσαποτείσει τῇ Πτολλαροῦτι τῇ καὶ Ἰσιάδι τὴν τιμὴν σὺν ἡμιολίᾳ καὶ τὰ τέλη καὶ τὰ ἀναλώματα διπλᾶ καὶ εἰς τὸ δημόσιον τὰ ἴσα. …