Ancient Greek
SB 14 12180
Documentary Papyri, SB 24 16009
Not analysed yet
Ἡρακλείδης Ἡρακλείδου τοῦ Ἀρχελάου μητρὸς Σαραπ… γυμνασιαρχήσας τῆς Ὀξυρυγχιτῶν πόλεως Ἡρακλᾶτι τῷ καὶ Ἡρακλέωνι Ἀρχελάου ἀπὸ τοῦ Τρύφωνος Ἰσιείου πρὸς πατρός μου θείῳ χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ ἐν παραθέσει ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς ἑξακισχιλίας αἵ εἰσι τάλαντον ἓν ὃ καὶ ἀποδώσω σοι ὁπηνίκα ἐὰν αἱρῇ ἄνευ πάσης ὑπερθέσεως. ἐὰν δὲ μὴ ἀποδῶ, ἐξέσται σοι ἀπαιτεῖν με κατὰ τὸν τῶν παραθηκῶν νόμον τῆς πράξεώς σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. κυρία ἡ παραθήκη ἔσται γραφεῖσα ὑπʼ ἐμοῦ τοῦ Ἡρακλείδου χωρὶς ἀλιφάδος καὶ ἐπιγραφῆς ὡς ἐν δημοσίῳ καταχωριζομένη. ἔτους …καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ μεγίστου Βρεταννικοῦ Ἁθὺρ λ. παραθήκη Ἡρακλείδου γυμνασιαρχήσαντος Ἡρακλέωνι